|
From Homer's Iliad,
* Rhapsody 18, lines 1-128,
* Translated by S. Butler.
Text in Angle Brackets translated by Elpenor.
*
Greek Fonts
As he was thus pondering, the
son of Nestor came up to him and told his sad tale, weeping bitterly
the while. "Alas," he cried, "son of noble Peleus, I bring you bad
tidings, would indeed that they were untrue. < Patroclus lies >, and a
fight is raging about his naked body--for Hector holds his armour." |
Εἷος ὃ ταῦθ΄ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν͵ τόφρα οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς δάκρυα θερμὰ χέων͵ φάτο δ΄ ἀγγελίην ἀλεγεινήν· ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς πεύσεαι ἀγγελίης͵ ἣ μὴ ὤφελλε γενέσθαι. κεῖται Πάτροκλος͵ νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε΄ ἔχει κορυθαίολος Ἕκτωρ. Ὣς φάτο͵ τὸν δ΄ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς͵ χαρίεν δ΄ ᾔσχυνε πρόσωπον· νεκταρέῳ δὲ χιτῶνι μέλαιν΄ ἀμφίζανε τέφρη. αὐτὸς δ΄ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς κεῖτο͵ φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. δμῳαὶ δ΄ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε θυμὸν ἀκηχέμεναι μεγάλ΄ ἴαχον͵ ἐκ δὲ θύραζε ἔδραμον ἀμφ΄ Ἀχιλῆα δαΐφρονα͵ χερσὶ δὲ πᾶσαι στήθεα πεπλήγοντο͵ λύθεν δ΄ ὑπὸ γυῖα ἑκάστης. Ἀντίλοχος δ΄ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων χεῖρας ἔχων Ἀχιλῆος· ὃ δ΄ ἔστενε κυδάλιμον κῆρ· δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. σμερδαλέον δ΄ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι͵ κώκυσέν τ΄ ἄρ΄ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. ἔνθ΄ ἄρ΄ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε Νησαίη Σπειώ τε Θόη θ΄ Ἁλίη τε βοῶπις Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα· ἔνθα δ΄ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ΄ Ἀμάθεια ἄλλαι θ΄ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ΄ ἅμα πᾶσαι στήθεα πεπλήγοντο͵ Θέτις δ΄ ἐξῆρχε γόοιο· |