|
from the Spiritual Homilies 4, 7,
15, 22,
Translated by Elpenor
* Greek Fonts *
St
Macarius Resources OnLine and In Print *
St Macarius Home Page
Makarios, Spiritual Speeches, 15 |
νενικημένος τῷ οὐρανίῳ ἔρωτι Ὅσοι υἱοί εἰσι τοῦ φωτὸς καὶ τῆς διακονίας τῆς καινῆς διαθήκης ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὗτοι παρὰ ἀνθρώπων οὐδὲν μανθάνουσι· θεοδίδακτοι γάρ εἰσιν. Αὐτὴ γὰρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τοὺς νόμους τοῦ Πνεύματος. Οὐκ ὀφείλουσιν οὖν εἰς τὰς γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλὰ καὶ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ Θεοῦ ἐγγράφει τοὺς νόμους τοῦ Πνεύματος καὶ τὰ ἐπουράνια μυστήρια. Ἡ γὰρ καρδία ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ σωματικοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν μελῶν καὶ τῶν λογισμῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς καὶ ἡ προσδοκία αὐτῆς, διὸ καὶ διέρχεται ἡ χάρις εἰς ὅλα τὰ μέλη τοῦ σώματος… |
|
Reference address : https://ellopos.net/elpenor/greek-texts/fathers/macarius-overcome.asp