|
from How one gains the true faith,
* Excerpt, Translated by Elpenor
* Greek Fonts *
St
Peter Resources
|
πῶς κτᾶταί τις τὴν ἀληθῆ πίστιν Οὐκέτι γὰρ ὁ τοιοῦτος ὅλως περί τινος φροντίδα ποιεῖ, γινώσκων, ὅτι ἵππος ἑτοιμάζεται εἰς πόλεμον, παρὰ δὲ Θεῷ ἡ σωτηρία αὐτοῦ, φησὶν ὁ Σολομών (Παρ. 21.31). Καὶ διὰ ταύτης πάντων κατατολμᾷ, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· κτῆσαι πίστιν ἐν σεαυτῷ, ἵνα καταπατήσῃς τοὺς ἐχθρούς σου. Οὐδὲ γὰρ ὡς αὐτεξούσιος διάγει, ἀλλ' ὡς κτῆνος ἀγόμενος τῷ θελήματι τοῦ Θεοῦ, ὥς φησιν ὁ Προφήτης· κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ (Ψαλ. 72.22-23). Βούλει με, φησίν, ἀναπαῦσαι διὰ τῆς σῆς γνώσεως, οὐκ ἀντιλέγω· θέλεις πάλιν, ταπεινώσεως χάριν, πειρασμοὺς παραχωρεῖν με ἔχειν, ὡσαύτως εἰμὶ μετὰ σοῦ· οὐκ ἔχω τι ποιῆσαι ὅλως ἀπ' ἐμαυτοῦ. Ἐκτός σου γὰρ οὐκ ἐγενόμην ἐκ μὴ ὄντος, οὐδὲ ζῆσαι ἢ σωθῆναι δύναμαι. Εἴ τι βούλει τὸ σὸν πλάσμα ποίησον. |
|
Reference address : https://ellopos.net/elpenor/greek-texts/fathers/damascenus-faith.asp