|
from Politicus, * 294.a-294.c, 301b-c, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
STR. And when an individual ruler governs neither by law nor by custom, but following in the steps of the true man of science pretends that he can only act for the best by violating the laws, while in reality appetite and ignorance are the motives of the imitation, may not such an one be called a tyrant? YSOC. Certainly. |
ἀδύνατον πάντα περιλαβεῖν ΞΕ. Ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον ἐπιτάττειν· αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων οὐδὲν ἐῶσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην οὐδ΄ ἡντινοῦν. ταῦτα δὴ συγχωροῦμέν που; ΝΕ. ΣΩ. Τί μήν; ΞΕ. Τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπ΄ αὐτὸ τοῦτο συντείνοντα͵ ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ μηδένα μηδὲν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν͵ μηδ΄ ἐπερωτᾶν μηδένα͵ μηδ΄ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον παρὰ τὸν λόγον ὃν αὐτὸς ἐπέταξεν. ΝΕ. ΣΩ. Ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας νῦν ὁ νόμος ἡμῖν ἑκάστοις. ΞΕ. Οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν; ΝΕ. ΣΩ. Κινδυνεύει. (...) Τί δ΄ ὅταν μήτε κατὰ νόμους μήτε κατὰ ἔθη πράττῃ τις εἷς ἄρχων͵ προσποιῆται δὲ ὥσπερ ὁ ἐπιστήμων ὡς ἄρα παρὰ τὰ γεγραμμένα τό γε βέλτιστον ποιητέον͵ ᾖ δέ τις ἐπιθυμία καὶ ἄγνοια τούτου τοῦ μιμήματος ἡγουμένη͵ μῶν οὐ τότε τὸν τοιοῦτον ἕκαστον τύραννον κλητέον; ΝΕ. ΣΩ. Τί μήν; |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-totalitarianism.asp