|
from Timaeus, * 90a-d, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
φυτὸν οὐράνιον τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ΄ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε͵ ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκεν͵ τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ΄ ἄκρῳ τῷ σώματι͵ πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλὰ οὐράνιον͵ ὀρθότατα λέγοντες· ἐκεῖθεν γάρ͵ ὅθεν ἡ πρώτη τῆς ψυχῆς γένεσις ἔφυ͵ τὸ θεῖον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμῶν ἀνακρεμαννὺν ὀρθοῖ πᾶν τὸ σῶμα. τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονικίας τετευτακότι καὶ ταῦτα διαπονοῦντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι͵ καὶ παντάπασιν καθ΄ ὅσον μάλιστα δυνατὸν θνητῷ γίγνεσθαι͵ τούτου μηδὲ σμικρὸν ἐλλείπειν͵ ἅτε τὸ τοιοῦτον ηὐξηκότι· τῷ δὲ περὶ φιλομαθίαν καὶ περὶ τὰς ἀληθεῖς φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα͵ ἄνπερ ἀληθείας ἐφάπτηται͵ πᾶσα ἀνάγκη που͵ καθ΄ ὅσον δ΄ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται͵ τούτου μηδὲν μέρος ἀπολείπειν͵ ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα σύνοικον ἑαυτῷ͵ διαφερόντως εὐδαίμονα εἶναι. θεραπεία δὲ δὴ παντὶ παντὸς μία͵ τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι. τῷ δ΄ ἐν ἡμῖν θείῳ συγγενεῖς εἰσιν κινήσεις αἱ τοῦ παντὸς διανοήσεις καὶ περιφοραί· ταύταις δὴ συνεπόμενον ἕκαστον δεῖ͵ τὰς περὶ τὴν γένεσιν ἐν τῇ κεφαλῇ διεφθαρμένας ἡμῶν περιόδους ἐξορθοῦντα διὰ τὸ καταμανθάνειν τὰς τοῦ παντὸς ἁρμονίας τε καὶ περιφοράς͵ τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι κατὰ τὴν ἀρχαίαν φύσιν͵ ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.
|
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-soul-divine.asp