|
|
Plato Bilingual
Anthology : WHO IS A PHILOSOPHER?from Politeia, * 479d-480a, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
|
Φιλοσοφία καὶ φιλοδοξία Ηὑρήκαμεν ἄρα͵ ὡς ἔοικεν͵ ὅτι τὰ τῶν πολλῶν πολλὰ νόμιμα καλοῦ τε πέρι καὶ τῶν ἄλλων μεταξύ που κυλινδεῖται τοῦ τε μὴ ὄντος καὶ τοῦ ὄντος εἰλικρινῶς. Ηὑρήκαμεν. Προωμολογήσαμεν δέ γε͵ εἴ τι τοιοῦτον φανείη͵ δοξαστὸν αὐτὸ ἀλλ΄ οὐ γνωστὸν δεῖν λέγεσθαι͵ τῇ μεταξὺ δυνάμει τὸ μεταξὺ πλανητὸν ἁλισκόμενον. Ὡμολογήκαμεν. Τοὺς ἄρα πολλὰ καλὰ θεωμένους͵ αὐτὸ δὲ τὸ καλὸν μὴ ὁρῶντας μηδ΄ ἄλλῳ ἐπ΄ αὐτὸ ἄγοντι δυναμένους ἕπεσθαι͵ καὶ πολλὰ δίκαια͵ αὐτὸ δὲ τὸ δίκαιον μή͵ καὶ πάντα οὕτω͵ δοξάζειν φήσομεν ἅπαντα͵ γιγνώσκειν δὲ ὧν δοξάζουσιν οὐδέν. Ἀνάγκη͵ ἔφη. Τί δὲ αὖ τοὺς αὐτὰ ἕκαστα θεωμένους καὶ ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ὄντα; ἆρ΄ οὐ γιγνώσκειν ἀλλ΄ οὐ δοξάζειν; Ἀνάγκη καὶ ταῦτα. Οὐκοῦν καὶ ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα φήσομεν ἐφ΄ οἷς γνῶσίς ἐστιν͵ ἐκείνους δὲ ἐφ΄ οἷς δόξα; ἢ οὐ μνημονεύομεν ὅτι φωνάς τε καὶ χρόας καλὰς καὶ τὰ τοιαῦτ΄ ἔφαμεν τούτους φιλεῖν τε καὶ θεᾶσθαι͵ αὐτὸ δὲ τὸ καλὸν οὐδ΄ ἀνέχεσθαι ὥς τι ὄν; Μεμνήμεθα. Μὴ οὖν τι πλημμελήσομεν φιλοδόξους καλοῦντες αὐτοὺς μᾶλλον ἢ φιλοσόφους; καὶ ἆρα ἡμῖν σφόδρα χαλεπανοῦσιν ἂν οὕτω λέγωμεν; Οὔκ͵ ἄν γέ μοι πείθωνται͵ ἔφη· τῷ γὰρ ἀληθεῖ χαλεπαίνειν οὐ θέμις. Τοὺς αὐτὸ ἄρα ἕκαστον τὸ ὂν ἀσπαζομένους φιλοσόφους ἀλλ΄ οὐ φιλοδόξους κλητέον; Παντάπασι μὲν οὖν. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-philosopher.asp