|
from Symposium, * 206c-207a, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
τόκος ἐν καλῷ Ὅτε δὴ τοῦτο ὁ ἔρως ἐστὶν ἀεί͵ ἦ δ΄ ἥ͵ τῶν τίνα τρόπον διωκόντων αὐτὸ καὶ ἐν τίνι πράξει ἡ σπουδὴ καὶ ἡ σύντασις ἔρως ἂν καλοῖτο; τί τοῦτο τυγχάνει ὂν τὸ ἔργον; ἔχεις εἰπεῖν; Οὐ μεντἂν σέ͵ ἔφην ἐγώ͵ ὦ Διοτίμα͵ ἐθαύμαζον ἐπὶ σοφίᾳ καὶ ἐφοίτων παρὰ σὲ αὐτὰ ταῦτα μαθησόμενος. Ἀλλὰ ἐγώ σοι͵ ἔφη͵ ἐρῶ. ἔστι γὰρ τοῦτο τόκος ἐν καλῷ καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν. Μαντείας͵ ἦν δ΄ ἐγώ͵ δεῖται ὅτι ποτε λέγεις͵ καὶ οὐ μανθάνω. Ἀλλ΄ ἐγώ͵ ἦ δ΄ ἥ͵ σαφέστερον ἐρῶ. Κυοῦσιν γάρ͵ ἔφη͵ ὦ Σώκρατες͵ πάντες ἄνθρωποι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν͵ καὶ ἐπειδὰν ἔν τινι ἡλικίᾳ γένωνται͵ τίκτειν ἐπιθυμεῖ ἡμῶν ἡ φύσις. τίκτειν δὲ ἐν μὲν αἰσχρῷ οὐ δύναται͵ ἐν δὲ τῷ καλῷ. ἡ γὰρ ἀνδρὸς καὶ γυναικὸς συνουσία τόκος ἐστίν. ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα͵ καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν͵ ἡ κύησις καὶ ἡ γέννησις. τὰ δὲ ἐν τῷ ἀναρμόστῳ ἀδύνατον γενέσθαι. ἀνάρμοστον δ΄ ἐστὶ τὸ αἰσχρὸν παντὶ τῷ θείῳ͵ τὸ δὲ καλὸν ἁρμόττον. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-love-birth-beauty.asp