|
from the Apology of Socrates, * 37e-38b, 40a-42a, translated by B. Jowett
from Phaedo, * 61.e-62.c, 64.c- 67.d, 79e-80a, 80.d-82.c, 84.a-84.b, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
By Jupiter! yes, indeed, said Cebes, laughing, and speaking in his
native Doric. |
Καὶ ὁ Κέβης ἠρέμα ἐπιγελάσας͵ Ἴττω Ζεύς͵ ἔφη͵ τῇ αὑτοῦ φωνῇ εἰπών. Καὶ γὰρ ἂν δόξειεν͵ ἔφη ὁ Σωκράτης͵ οὕτω γ΄ εἶναι ἄλογον· οὐ μέντοι ἀλλ΄ ἴσως γ΄ ἔχει τινὰ λόγον. ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν λόγος͵ ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι καὶ οὐ δεῖ δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδ΄ ἀποδιδράσκειν͵ μέγας τέ τίς μοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν· οὐ μέντοι ἀλλὰ τόδε γέ μοι δοκεῖ͵ ὦ Κέβης͵ εὖ λέγεσθαι͵ τὸ θεοὺς εἶναι ἡμῶν τοὺς ἐπιμελουμένους καὶ ἡμᾶς τοὺς ἀνθρώπους ἓν τῶν κτημάτων τοῖς θεοῖς εἶναι. ἢ σοὶ οὐ δοκεῖ οὕτως; Ἔμοιγε͵ φησὶν ὁ Κέβης. Οὐκοῦν͵ ἦ δ΄ ὅς͵ καὶ σὺ ἂν τῶν σαυτοῦ κτημάτων εἴ τι αὐτὸ ἑαυτὸ ἀποκτεινύοι͵ μὴ σημήναντός σου ὅτι βούλει αὐτὸ τεθνάναι͵ χαλεπαίνοις ἂν αὐτῷ καί͵ εἴ τινα ἔχοις τιμωρίαν͵ τιμωροῖο ἄν; Πάνυ γ΄͵ ἔφη. Ἴσως τοίνυν ταύτῃ οὐκ ἄλογον μὴ πρότερον αὑτὸν ἀποκτεινύναι δεῖν͵ πρὶν ἀνάγκην τινὰ θεὸς ἐπιπέμψῃ͵ ὥσπερ καὶ τὴν νῦν ἡμῖν παροῦσαν. (...) |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-death.asp?pg=7