|
From Homer's Iliad, * Rhapsody 13, * Translated by S. Butler, * Greek Fonts
They meant no guile, but the wind drove them off their course, and we sailed on till we came hither by night. It was all we could do to get inside the harbour, and none of us said a word about supper though we wanted it badly, but we all went on shore and lay down just as we were. I was very tired and fell asleep directly, so they took my goods out of the ship, and placed them beside me where I was lying upon the sand. Then they sailed away to Sidonia, and I was left here in great distress of mind." Such was his story, but Minerva smiled and caressed him with her hand. Then she took the form of a woman, fair, stately, and wise, "He must be indeed a shifty lying fellow," said she, "who could surpass you in all manner of craft even though you had a god for your antagonist. Dare devil that you are, full of guile, unwearying in deceit, can you not drop your tricks and your instinctive falsehood, even now that you are in your own country again? We will say no more, however, about this, for we can both of us deceive upon occasion--you are the most accomplished counsellor and orator among all mankind, while I for diplomacy and subtlety have no equal among the gods. | ἀλλ΄ ἦ τοί σφεας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο πόλλ΄ ἀεκαζομένους͵ οὐδ΄ ἤθελον ἐξαπατῆσαι. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. σπουδῇ δ΄ ἐς λιμένα προερέσσαμεν͵ οὐδέ τις ἥμιν δόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι͵ ἀλλ΄ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες. ἔνθ΄ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπέλλαβε κεκμηῶτα͵ οἱ δὲ χρήματ΄ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες κάτθεσαν͵ ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην. οἱ δ΄ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες ᾤχοντ΄· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ. ὣς φάτο͵ μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη͵ χειρί τέ μιν κατέρεξε· δέμας δ΄ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ· καί μιν φωνήσασ΄ ἔπεα πτερόεντα προσηύδα· κερδαλέος κ΄ εἴη καὶ ἐπίκλοπος͵ ὅς σε παρέλθοι ἐν πάντεσσι δόλοισι͵ καὶ εἰ θεὸς ἀντιάσειε. σχέτλιε͵ ποικιλομῆτα͵ δόλων ἄατ΄͵ οὐκ ἄρ΄ ἔμελλες͵ οὐδ΄ ἐν σῇ περ ἐὼν γαίῃ͵ λήξειν ἀπατάων μύθων τε κλοπίων͵ οἵ τοι πεδόθεν φίλοι εἰσίν. ἀλλ΄ ἄγε μηκέτι ταῦτα λεγώμεθα͵ εἰδότες ἄμφω κέρδε΄͵ ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ΄ ἄριστος ἁπάντων βουλῇ καὶ μύθοισιν͵ ἐγὼ δ΄ ἐν πᾶσι θεοῖσι μήτι τε κλέομαι καὶ κέρδεσιν· |
Previous Page / Start / Next Page
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/homer-odyssey-ithaca-12.asp