|
Reference address : http://ellopos.net/elpenor/greek-texts/ancient-greece/hesiod-works-generations-men.asp |
Hesiod Bilingual Anthology : FIVE GENERATIONS OF MENfrom Hesiod's Works and Days, * Lines 109-200, * Translated by Hugh G. Evelyn-White, * Greek Fonts
|
Ἀνθρώπων Γένη Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ΄ ἔχοντες. οἳ μὲν ἐπὶ Κρόνου ἦσαν͵ ὅτ΄ οὐρανῷ ἐμβασίλευεν· ὥστε θεοὶ δ΄ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος͵ οὐδέ τι δειλὸν γῆρας ἐπῆν͵ αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντ΄ ἐν θαλίῃσι͵ κακῶν ἔκτοσθεν ἁπάντων· θνῇσκον δ΄ ὥσθ΄ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα τοῖσιν ἔην· καρπὸν δ΄ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ΄ ἐθελημοὶ ἥσυχοι ἔργ΄ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν. |
Reference address : http://ellopos.net/elpenor/greek-texts/ancient-greece/hesiod-works-generations-men.asp