|
Reference address : http://ellopos.net/elpenor/greek-texts/ancient-greece/aristophanes-unjust-discourse.asp |
Aristophanes
Bilingual Anthology : UNJUST DISCOURSEfrom The Clouds, * Lines 1036-1111, * Translator anonymous, * Greek Fonts
|
|
Ἥττων λόγος ΗΤΤΩΝ ΛΟΓΟΣ καὶ μὴν πάλαι ΄γὼ ΄πνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν ἅπαντα ταῦτ΄ ἐναντίαις γνώμαισι συνταράξαι. ἐγὼ γὰρ ἥττων μὲν λόγος δι΄ αὐτὸ τοῦτ΄ ἐκλήθην ἐν τοῖσι φροντισταῖσιν͵ ὅτι πρώτιστος ἐπενόησα τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί΄ ἀντιλέξαι. καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ΄ ἄξιον στατήρων͵ αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν. σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν͵ ὡς ἐλέγξω͵ ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν. καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά; ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ. ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα. Ητ. ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον. καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίν΄ ἄνδρ΄ ἄριστον ψυχὴν νομίζεις͵ εἰπέ͵ καὶ πλείστους πόνους πονῆσαι; |
Reference address : http://ellopos.net/elpenor/greek-texts/ancient-greece/aristophanes-unjust-discourse.asp