|
from The Knights, * Lines 178-193, 1111-1150, * Translator anonymous, * Greek Fonts
(...) CHORUS Demos, you are our all-powerful sovereign lord;
all tremble before you, yet you are led by the nose. You love to be
flattered and fooled; you listen to the orators with gaping mouth and
your mind is led astray. |
(...) ΧΟΡΟΣ. Ὦ Δῆμε͵ καλήν γ΄ ἔχεις ἀρχήν͵ ὅτε πάντες ἄνθρωποι δεδίασί σ΄ ὥσπερ ἄνδρα τύραννον. Ἀλλ΄ εὐπαράγωγος εἶ͵ θωπευόμενός τε χαίρεις κἀξαπατώμενος͵ πρὸς τόν τε λέγοντ΄ ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ. ΔΗΜΟΣ. Νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν͵ ὅτε μ΄ οὐ φρονεῖν νομίζετ΄· ἐγὼ δ΄ ἑκὼν ταῦτ΄ ἠλιθιάζω. Αὐτός τε γὰρ ἥδομαι βρύλλων τὸ καθ΄ ἡμέραν͵ κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην· τοῦτον δ΄͵ ὅταν ᾖ πλέως͵ ἄρας ἐπάταξα. ΧΟ. Οὕτω μὲν ἂν εὖ ποιοῖς͵ εἴ σοι πυκνότης ἔνεστ΄ ἐν τῷ τρόπῳ͵ ὡς λέγεις͵ τούτῳ πάνυ πολλή͵ εἰ τούσδ΄ ἐπίτηδες ὥσπερ δημοσίους τρέφεις ἐν τῇ πυκνί͵ κᾆθ΄ ὅταν μή σοι τύχῃ ὄψον ὄν͵ τούτων ὃς ἂν ᾖ παχύς͵ θύσας ἐπιδειπνεῖς. ΔΗ. Σκέψασθε δέ μ΄͵ εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμ΄ ἐξαπατύλλειν. Τηρῶ γὰρ ἑκάστοτ΄ αὐ τοὺς οὐδὲ δοκῶν ὁρᾶν κλέπτοντας· ἔπειτ΄ ἀναγκάζω πάλιν ἐξεμεῖν ἅττ΄ ἂν κεκλόφωσί μου͵ κημὸν καταμηλῶν. Cf. THUCYDIDES : Democracy of the Best ||| MANUEL II PALAEOLOGUS : The virtue of a king ||| GENNADIUS SCHOLARIUS : Words are the fathers of all Good |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/aristophanes-democracy.asp?pg=2