|
from Aeschylus' The Persians
Lines 175-214, 230-245, 585-599, 739-752 * Translated by R. Potter
from Aeschylus' The Seven Against Thebes
Lines 142-152, and The Epitaph * Translated by Elpenor,
* Greek Fonts
(Queen of Persians:)
|
Οὔτινος δοῦλοι (Βα). πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν ξύνειμ΄͵ ἀφ΄ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων· ἀλλ΄ οὔτι πω τοιόνδ΄ ἐναργὲς εἰδόμην ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι. ἐδοξάτην μοι δύο γυναῖκ΄ εὐείμονε͵ ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη͵ ἡ δ΄ αὖτε Δωρικοῖσιν͵ εἰς ὄψιν μολεῖν͵ μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ͵ κάλλει τ΄ ἀμώμω͵ καὶ κασιγνήτα γένους ταὐτοῦ· πάτραν δ΄ ἔναιον ἡ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαῖαν͵ ἡ δὲ βάρβαρον. τούτω στάσιν τιν΄͵ ὡς ἐγὼ ΄δόκουν ὁρᾶν͵ τεύχειν ἐν ἀλλήλῃσι· παῖς δ΄ ἐμὸς μαθὼν κατεῖχε κἀπράυνεν͵ ἅρμασιν δ΄ ὕπο ζεύγνυσιν αὐτὼ καὶ λέπαδν΄ ὑπ΄ αὐχένων τίθησι. χἠ μὲν τῇδ΄ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τ΄ εἶχεν εὔαρκτον στόμα͵ ἡ δ΄ ἐσφάδᾳζε͵ καὶ χεροῖν ἔντη δίφρου διασπαράσσει͵ καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν͵ καὶ ζυγὸν θραύει μέσον. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/aeschylus-persians-freedom.asp