|
from Oedipus at Colonus,
* Lines 1583-1779,
* Translated by F. Storr.
* Text in <angle brackets> Translated by Elpenor,
*
Greek Fonts
HORUS) What, has he gone, the unhappy man? (MESSENGER) Know well That he has passed away from life to death. (CH.) How? By a god-sent, painless doom, poor
soul? |
Οἰδίποδος ἀνάληψις (ΧΟ.) Ὄλωλε γὰρ δύστηνος; (ΑΓ.) Ὡς λελογχότα κεῖνον τὸν αἰεὶ βίοτον ἐξεπίστασο. (ΧΟ.) Πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ; (ΑΓ.) Τοῦτ΄ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον. Ὡς μὲν γὰρ ἐνθένδ΄ εἷρπε͵ καὶ σύ που παρὼν ἔξοισθ΄͵ ὑφηγητῆρος οὐδενὸς φίλων͵ ἀλλ΄ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος· ἐπεὶ δ΄ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον͵ ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ͵ κοίλου πέλας κρατῆρος͵ οὗ τὰ Θησέως Περίθου τε κεῖται πίστ΄ ἀεὶ ξυνθήματα· ἀφ΄ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου κοίλης τ΄ ἀχέρδου κἀπὸ λαΐνου τάφου͵ καθέζετ΄· εἶτ΄ ἔλυσε δυσπινεῖς στολάς͵ κἄπειτ΄ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν. Τὼ δ΄͵ εὐχλόου Δήμητρος εἰς προσόψιον πάγον μολοῦσαι͵ τάσδ΄ ἐπιστολὰς πατρὶ ταχεῖ ΄πόρευσαν σὺν χρόνῳ λουτροῖς τέ νιν ἐσθῆτί τ΄ ἐξήσκησαν ᾗ νομίζεται. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/sophocles-oedipus-ascension.asp