|
from Cratylus, * 438d-439b, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
ὄντα καὶ ὀνόματα ΣΩ. Ὀνομάτων οὖν στασιασάντων͵ καὶ τῶν μὲν φασκόντων ἑαυτὰ εἶναι τὰ ὅμοια τῇ ἀληθείᾳ͵ τῶν δ΄ ἑαυτά͵ τίνι ἔτι διακρινοῦμεν͵ ἢ ἐπὶ τί ἐλθόντες; οὐ γάρ που ἐπὶ ὀνόματά γε ἕτερα ἄλλα τούτων· οὐ γὰρ ἔστιν͵ ἀλλὰ δῆλον ὅτι ἄλλ΄ ἄττα ζητητέα πλὴν ὀνομάτων͵ ἃ ἡμῖν ἐμφανιεῖ ἄνευ ὀνομάτων ὁπότερα τούτων ἐστὶ τἀληθῆ͵ δείξαντα δῆλον ὅτι τὴν ἀλήθειαν τῶν ὄντων. ΚΡ. Δοκεῖ μοι οὕτω. ΣΩ. Ἔστιν ἄρα͵ ὡς ἔοικεν͵ ὦ Κρατύλε͵ δυνατὸν μαθεῖν ἄνευ ὀνομάτων τὰ ὄντα͵ εἴπερ ταῦτα οὕτως ἔχει. ΚΡ. Φαίνεται. ΣΩ. Διὰ τίνος ἄλλου οὖν ἔτι προσδοκᾷς ἂν ταῦτα μαθεῖν; ἆρα δι΄ ἄλλου του ἢ οὗπερ εἰκός τε καὶ δικαιότατον͵ δι΄ ἀλλήλων γε͵ εἴ πῃ συγγενῆ ἐστιν͵ καὶ αὐτὰ δι΄ αὑτῶν; τὸ γάρ που ἕτερον ἐκείνων καὶ ἀλλοῖον ἕτερον ἄν τι καὶ ἀλλοῖον σημαίνοι ἀλλ΄ οὐκ ἐκεῖνα. ΚΡ. Ἀληθῆ μοι φαίνῃ λέγειν. ΣΩ. Ἔχε δὴ πρὸς Διός· τὰ δὲ ὀνόματα οὐ πολλάκις μέντοι ὡμολογήσαμεν τὰ καλῶς κείμενα ἐοικότα εἶναι ἐκείνοις ὧν ὀνόματα κεῖται͵ καὶ εἶναι εἰκόνας τῶν πραγμάτων; ΚΡ. Ναί. ΣΩ. Εἰ οὖν ἔστι μὲν ὅτι μάλιστα δι΄ ὀνομάτων τὰ πράγματα μανθάνειν͵ ἔστι δὲ καὶ δι΄ αὐτῶν͵ ποτέρα ἂν εἴη καλλίων καὶ σαφεστέρα ἡ μάθησις; ἐκ τῆς εἰκόνος μανθάνειν αὐτήν τε αὐτὴν εἰ καλῶς εἴκασται͵ καὶ τὴν ἀλήθειαν ἧς ἦν εἰκών͵ ἢ ἐκ τῆς ἀληθείας αὐτήν τε αὐτὴν καὶ τὴν εἰκόνα αὐτῆς εἰ πρεπόντως εἴργασται; ΚΡ. Ἐκ τῆς ἀληθείας μοι δοκεῖ ἀνάγκη εἶναι. ΣΩ. Ὅντινα μὲν τοίνυν τρόπον δεῖ μανθάνειν ἢ εὑρίσκειν τὰ ὄντα͵ μεῖζον ἴσως ἐστὶν ἐγνωκέναι ἢ κατ΄ ἐμὲ καὶ σέ· ἀγαπητὸν δὲ καὶ τοῦτο ὁμολογήσασθαι͵ ὅτι οὐκ ἐξ ὀνομάτων ἀλλὰ πολὺ μᾶλλον αὐτὰ ἐξ αὑτῶν καὶ μαθητέον καὶ ζητητέον ἢ ἐκ τῶν ὀνομάτων. ΚΡ. Φαίνεται͵ ὦ Σώκρατες. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/plato-names.asp