|
from Timaeus, * 47a-c, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
ὀμμάτων μέγιστον ἀγαθὸν φιλοσοφία ὄψις δὴ κατὰ τὸν ἐμὸν λόγον αἰτία τῆς μεγίστης ὠφελίας γέγονεν ἡμῖν͵ ὅτι τῶν νῦν λόγων περὶ τοῦ παντὸς λεγομένων οὐδεὶς ἄν ποτε ἐρρήθη μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανὸν ἰδόντων. νῦν δ΄ ἡμέρα τε καὶ νὺξ ὀφθεῖσαι μῆνές τε καὶ ἐνιαυτῶν περίοδοι καὶ ἰσημερίαι καὶ τροπαὶ μεμηχάνηνται μὲν ἀριθμόν͵ χρόνου δὲ ἔννοιαν περί τε τῆς τοῦ παντὸς φύσεως ζήτησιν ἔδοσαν· ἐξ ὧν ἐπορισάμεθα φιλοσοφίας γένος͵ οὗ μεῖζον ἀγαθὸν οὔτ΄ ἦλθεν οὔτε ἥξει ποτὲ τῷ θνητῷ γένει δωρηθὲν ἐκ θεῶν. λέγω δὴ τοῦτο ὀμμάτων μέγιστον ἀγαθόν· τἆλλα δὲ ὅσα ἐλάττω τί ἂν ὑμνοῖμεν͵ ὧν ὁ μὴ φιλόσοφος τυφλωθεὶς ὀδυρόμενος ἂν θρηνοῖ μάτην; ἀλλὰ τούτου λεγέσθω παρ΄ ἡμῶν αὕτη ἐπὶ ταῦτα αἰτία͵ θεὸν ἡμῖν ἀνευρεῖν δωρήσασθαί τε ὄψιν͵ ἵνα τὰς ἐν οὐρανῷ τοῦ νοῦ κατιδόντες περιόδους χρησαίμεθα ἐπὶ τὰς περιφορὰς τὰς τῆς παρ΄ ἡμῖν διανοήσεως͵ συγγενεῖς ἐκείναις οὔσας͵ ἀταράκτοις τεταραγμένας͵ ἐκμαθόντες δὲ καὶ λογισμῶν κατὰ φύσιν ὀρθότητος μετασχόντες͵ μιμούμενοι τὰς τοῦ θεοῦ πάντως ἀπλανεῖς οὔσας͵ τὰς ἐν ἡμῖν πεπλανημένας καταστησαίμεθα. φωνῆς τε δὴ καὶ ἀκοῆς πέρι πάλιν ὁ αὐτὸς λόγος͵ ἐπὶ ταὐτὰ τῶν αὐτῶν ἕνεκα παρὰ θεῶν δεδωρῆσθαι. λόγος τε γὰρ ἐπ΄ αὐτὰ ταῦτα τέτακται͵ τὴν μεγίστην συμβαλλόμενος εἰς αὐτὰ μοῖραν͵ ὅσον τ΄ αὖ μουσικῆς φωνῇ χρήσιμον πρὸς ἀκοὴν ἕνεκα ἁρμονίας ἐστὶ δοθέν. ἡ δὲ ἁρμονία͵ συγγενεῖς ἔχουσα φορὰς ταῖς ἐν ἡμῖν τῆς ψυχῆς περιόδοις͵ τῷ μετὰ νοῦ προσχρωμένῳ Μούσαις οὐκ ἐφ΄ ἡδονὴν ἄλογον καθάπερ νῦν εἶναι δοκεῖ χρήσιμος͵ ἀλλ΄ ἐπὶ τὴν γεγονυῖαν ἐν ἡμῖν ἀνάρμοστον ψυχῆς περίοδον εἰς κατακόσμησιν καὶ συμφωνίαν ἑαυτῇ σύμμαχος ὑπὸ Μουσῶν δέδοται· καὶ ῥυθμὸς αὖ διὰ τὴν ἄμετρον ἐν ἡμῖν καὶ χαρίτων ἐπιδεᾶ γιγνομένην ἐν τοῖς πλείστοις ἕξιν ἐπίκουρος ἐπὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ἐδόθη.
|
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/plato-eyesight.asp