|
from Euripides' Helen, * Lines 1-67, 557-560, * Translated by E.P.Coleridge, * Greek Fonts
|
Θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί͵ ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς τακείσης χιόνος ὑγραίνει γύας. Πρωτεὺς δ΄ ὅτ΄ ἔζη τῆσδε γῆς τύραννος ἦν͵ [Φάρον μὲν οἰκῶν νῆσον͵ Αἰγύπτου δ΄ ἄναξ͵] ὃς τῶν κατ΄ οἶδμα παρθένων μίαν γαμεῖ͵ Ψαμάθην͵ ἐπειδὴ λέκτρ΄ ἀφῆκεν Αἰακοῦ. τίκτει δὲ τέκνα δισσὰ τοῖσδ΄ ἐν δώμασιν͵ Θεοκλύμενον ἄρσεν΄ [ὅτι δὴ θεοὺς σέβων βίον διήνεγκ΄] εὐγενῆ τε παρθένον Εἰδώ͵ τὸ μητρὸς ἀγλάισμ΄͵ ὅτ΄ ἦν βρέφος· ἐπεὶ δ΄ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων͵ καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ τά τ΄ ὄντα καὶ μέλλοντα πάντ΄ ἠπίστατο͵ προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα. ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος Σπάρτη͵ πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ λόγος τις ὡς Ζεὺς μητέρ΄ ἔπτατ΄ εἰς ἐμὴν Λήδαν κύκνου μορφώματ΄ ὄρνιθος λαβών͵ ὃς δόλιον εὐνὴν ἐξέπραξ΄ ὑπ΄ αἰετοῦ δίωγμα φεύγων͵ εἰ σαφὴς οὗτος λόγος· |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/euripides-friendship.asp