|
from Aeschylus' Prometheus Bound,
* Lines 49-50, 246-270, 442-471, 476-506 , 542-551, 937-941
* Translated by G. M. Cookson, * Greek Fonts
442-471, 476-506 |
442-471, 476-506 τἀν βροτοῖς δὲ πήματα ἀκούσαθ΄͵ ὥς σφας νηπίους ὄντας τὸ πρὶν ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους. λέξω δέ͵ μέμψιν οὔτιν΄ ἀνθρώποις ἔχων͵ ἀλλ΄ ὧν δέδωκ΄ εὔνοιαν ἐξηγούμενος· οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην͵ κλύοντες οὐκ ἤκουον͵ ἀλλ΄ ὀνειράτων ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον ἔφυρον εἰκῇ πάντα͵ κοὔτε πλινθυφεῖς δόμους προσείλους ᾖσαν͵ οὐ ξυλουργίαν· κατώρυχες δ΄ ἔναιον ὥστ΄ ἀήσυροι μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. ἦν δ΄ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ΄ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον͵ ἀλλ΄ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον͵ ἔστε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμόν͵ ἔξοχον σοφισμάτων͵ ἐξηῦρον αὐτοῖς͵ γραμμάτων τε συνθέσεις͵ μνήμην ἁπάντων͵ μουσομήτορ΄ ἐργάνην. κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα ζεύγλαισι δουλεύοντα σώμασίν θ΄ ὅπως θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοινθ΄͵ ὑφ΄ ἅρμα τ΄ ἤγαγον φιληνίους ἵππους͵ ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς. θαλασσόπλαγκτα δ΄ οὔτις ἄλλος ἀντ΄ ἐμοῦ λινόπτερ΄ ηὗρε ναυτίλων ὀχήματα. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/aeschylus-prometheus-technology.asp?pg=3